5.485 τύνη δ’ ἕστηκας , ἀτὰρ οὐδ’ ἄλλοισι κελεύεις
5.486 λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι .
5.487 μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου
5.488 ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε ·
5.489 οἳ δὲ τάχ’ ἐκπέρσουσ’ εὖ ναιομένην πόλιν ὑμήν .
5.490 σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ
5.491 ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων
5.492 νωλεμέως ἐχέμεν , κρατερὴν δ’ ἀποθέσθαι ἐνιπήν .
5.493 ὣς φάτο Σαρπηδών , δάκε δὲ φρένας Ἕκτορι μῦθος ·
5.494 αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε ,
5.495 πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
5.496 ὀτρύνων μαχέσασθαι , ἔγειρε δὲ φύλοπιν αἰνήν .
5.497 οἳ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν ·
5.498 Ἀργεῖοι δ’ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν .
5.499 ὡς δ’ ἄνεμος ἄχνας φορέει ἱερὰς κατ’ ἀλωὰς
5.500 ἀνδρῶν λικμώντων , ὅτε τε ξανθὴ Δημήτηρ
5.501 κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας ,
5.502 αἳ δ’ ὑπολευκαίνονται ἀχυρμιαί · ὣς τότ’ Ἀχαιοὶ
5.503 λευκοὶ ὕπερθε γένοντο κονισάλῳ , ὅν ῥα δι’ αὐτῶν
5.504 οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων
5.505 ἂψ ἐπιμισγομένων · ὑπὸ δ’ ἔστρεφον ἡνιοχῆες .
5.506 οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον · ἀμφὶ δὲ νύκτα
5.507 θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων
5.508 πάντοσ’ ἐποιχόμενος · τοῦ δ’ ἐκραίαινεν ἐφετμὰς
5.509 Φοίβου Ἀπόλλωνος χρυσαόρου , ὅς μιν ἀνώγει
5.510 Τρωσὶν θυμὸν ἐγεῖραι , ἐπεὶ ἴδε Παλλάδ’ Ἀθήνην
5.511 οἰχομένην · γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών .
5.512 αὐτὸς δ’ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
5.513 ἧκε , καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν .
5.514 Αἰνείας δ’ ἑτάροισι μεθίστατο · τοὶ δὲ χάρησαν ,
5.515 ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα