5.454 δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων ·
5.455 Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα ,
5.456 οὐκ ἂν δὴ τόνδ’ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
5.457 Τυδεΐδην , ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο ;
5.458 Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρ’ ἐπὶ καρπῷ ,
5.459 αὐτὰρ ἔπειτ’ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος .
5.460 ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ ,
5.461 Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν
5.462 εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν ·
5.463 υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν ·
5.464 υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος
5.465 ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς ;
5.466 εἰς κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται ;
5.467 κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ
5.468 Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο ·
5.469 ἀλλ’ ἄγετ’ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον .
5.470 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου .
5.471 ἔνθ’ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον ·
5.472 Ἕκτορ πῇ δή τοι μένος οἴχεται πρὶν ἔχεσκες ;
5.473 φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ’ ἐπικούρων
5.474 οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι .
5.475 τῶν νῦν οὔ τιν’ ἐγὼ ἰδέειν δύναμ’ οὐδὲ νοῆσαι ,
5.476 ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα ·
5.477 ἡμεῖς δὲ μαχόμεσθ’ οἵ πέρ τ’ ἐπίκουροι ἔνειμεν .
5.478 καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω ·
5.479 τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι ,
5.480 ἔνθ’ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν ,
5.481 κὰδ δὲ κτήματα πολλά , τὰ ἔλδεται ὅς κ’ ἐπιδευής .
5.482 ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμον’ αὐτὸς
5.483 ἀνδρὶ μαχήσασθαι · ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον
5.484 οἷόν κ’ ἠὲ φέροιεν Ἀχαιοὶ κεν ἄγοιεν ·