5.422 μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα
5.423 Τρωσὶν ἅμα σπέσθαι , τοὺς νῦν ἔκπαγλα φίλησε ,
5.424 τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων
5.425 πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν .
5.426 ὣς φάτο , μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε ,
5.427 καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην ·
5.428 οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα ,
5.429 ἀλλὰ σύ γ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο ,
5.430 ταῦτα δ’ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει .
5.431 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ,
5.432 Αἰνείᾳ δ’ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης ,
5.433 γιγνώσκων οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων ·
5.434 ἀλλ’ γ’ ἄρ’ οὐδὲ θεὸν μέγαν ἅζετο , ἵετο δ’ αἰεὶ
5.435 Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι .
5.436 τρὶς μὲν ἔπειτ’ ἐπόρουσε κατακτάμεναι μενεαίνων ,
5.437 τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ’ Ἀπόλλων ·
5.438 ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος ,
5.439 δεινὰ δ’ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων ·
5.440 φράζεο Τυδεΐδη καὶ χάζεο , μηδὲ θεοῖσιν
5.441 ἶσ’ ἔθελε φρονέειν , ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον
5.442 ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων .
5.443 ὣς φάτο , Τυδεΐδης δ’ ἀνεχάζετο τυτθὸν ὀπίσσω
5.444 μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος .
5.445 Αἰνείαν δ’ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων
5.446 Περγάμῳ εἰν ἱερῇ , ὅθι οἱ νηός γε τέτυκτο .
5.447 ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα
5.448 ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε ·
5.449 αὐτὰρ εἴδωλον τεῦξ’ ἀργυρότοξος Ἀπόλλων
5.450 αὐτῷ τ’ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον ,
5.451 ἀμφὶ δ’ ἄρ’ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ
5.452 δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
5.453 ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα .