5.391 ἤδη τειρόμενον , χαλεπὸς δέ δεσμὸς ἐδάμνα .
5.392 τλῆ δ’ Ἥρη , ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος
5.393 δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
5.394 βεβλήκει · τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος .
5.395 τλῆ δ’ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν ,
5.396 εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
5.397 ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν ·
5.398 αὐτὰρ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον
5.399 κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος · αὐτὰρ ὀϊστὸς
5.400 ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο , κῆδε δὲ θυμόν .
5.401 τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
5.402 ἠκέσατ’ · οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο .
5.403 σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετ’ αἴσυλα ῥέζων ,
5.404 ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι .
5.405 σοὶ δ’ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη ·
5.406 νήπιος , οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς
5.407 ὅττι μάλ’ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται ,
5.408 οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
5.409 ἐλθόντ’ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος .
5.410 τὼ νῦν Τυδεΐδης , εἰ καὶ μάλα καρτερός ἐστι ,
5.411 φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται ,
5.412 μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη
5.413 ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ
5.414 κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν
5.415 ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο .
5.416 ῥα καὶ ἀμφοτέρῃσιν ἀπ’ ἰχῶ χειρὸς ὀμόργνυ ·
5.417 ἄλθετο χείρ , ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι .
5.418 αἳ δ’ αὖτ’ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη
5.419 κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον .
5.420 τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη ·
5.421 Ζεῦ πάτερ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω ;