5.362 Τυδεΐδης , ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο .
5.363 ὣς φάτο , τῇ δ’ ἄρ’ Ἄρης δῶκε χρυσάμπυκας ἵππους ·
5.364 δ’ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ ,
5.365 πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί ,
5.366 μάστιξεν δ’ ἐλάαν , τὼ δ’ οὐκ ἀέκοντε πετέσθην .
5.367 αἶψα δ’ ἔπειθ’ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον ·
5.368 ἔνθ’ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις
5.369 λύσασ’ ἐξ ὀχέων , παρὰ δ’ ἀμβρόσιον βάλεν εἶδαρ ·
5.370 δ’ ἐν γούνασι πῖπτε Διώνης δῖ’ Ἀφροδίτη
5.371 μητρὸς ἑῆς · δ’ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν ,
5.372 χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἐκ τ’ ὀνόμαζε ·
5.373 τίς νύ σε τοιάδ’ ἔρεξε φίλον τέκος Οὐρανιώνων
5.374 μαψιδίως , ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ ;
5.375 τὴν δ’ ἠμείβετ’ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη ·
5.376 οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης ,
5.377 οὕνεκ’ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
5.378 Αἰνείαν , ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν .
5.379 οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή ,
5.380 ἀλλ’ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται .
5.381 τὴν δ’ ἠμείβετ’ ἔπειτα Διώνη , δῖα θεάων ·
5.382 τέτλαθι τέκνον ἐμόν , καὶ ἀνάσχεο κηδομένη περ ·
5.383 πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ’ ἔχοντες
5.384 ἐξ ἀνδρῶν χαλέπ’ ἄλγε’ ἐπ’ ἀλλήλοισι τιθέντες .
5.385 τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τ’ Ἐφιάλτης
5.386 παῖδες Ἀλωῆος , δῆσαν κρατερῷ ἐνὶ δεσμῷ ·
5.387 χαλκέῳ δ’ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας ·
5.388 καί νύ κεν ἔνθ’ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο ,
5.389 εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια
5.390 Ἑρμέᾳ ἐξήγγειλεν · δ’ ἐξέκλεψεν Ἄρηα