5.332 τάων αἵ τ’ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν ,
5.333 οὔτ’ ἄρ’ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ .
5.334 ἀλλ’ ὅτε δή ῥ’ ἐκίχανε πολὺν καθ’ ὅμιλον ὀπάζων ,
5.335 ἔνθ’ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς
5.336 ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ
5.337 ἀβληχρήν · εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
5.338 ἀμβροσίου διὰ πέπλου , ὅν οἱ Χάριτες κάμον αὐταί ,
5.339 πρυμνὸν ὕπερ θέναρος · ῥέε δ’ ἄμβροτον αἷμα θεοῖο
5.340 ἰχώρ , οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν ·
5.341 οὐ γὰρ σῖτον ἔδουσ’ , οὐ πίνουσ’ αἴθοπα οἶνον ,
5.342 τοὔνεκ’ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται .
5.343 δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν ·
5.344 καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
5.345 κυανέῃ νεφέλῃ , μή τις Δαναῶν ταχυπώλων
5.346 χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο ·
5.347 τῇ δ’ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης ·
5.348 εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος ·
5.349 οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις ;
5.350 εἰ δὲ σύ γ’ ἐς πόλεμον πωλήσεαι , τέ σ’ ὀΐω
5.351 ῥιγήσειν πόλεμόν γε καὶ εἴ χ’ ἑτέρωθι πύθηαι .
5.352 ὣς ἔφαθ’ , δ’ ἀλύουσ’ ἀπεβήσετο , τείρετο δ’ αἰνῶς ·
5.353 τὴν μὲν ἄρ’ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγ’ ὁμίλου
5.354 ἀχθομένην ὀδύνῃσι , μελαίνετο δὲ χρόα καλόν .
5.355 εὗρεν ἔπειτα μάχης ἐπ’ ἀριστερὰ θοῦρον Ἄρηα
5.356 ἥμενον · ἠέρι δ’ ἔγχος ἐκέκλιτο καὶ ταχέ’ ἵππω ·
5.357 δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
5.358 πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους ·
5.359 φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους ,
5.360 ὄφρ’ ἐς Ὄλυμπον ἵκωμαι ἵν’ ἀθανάτων ἕδος ἐστί .
5.361 λίην ἄχθομαι ἕλκος με βροτὸς οὔτασεν ἀνὴρ