5.302 σμερδαλέα ἰάχων · δὲ χερμάδιον λάβε χειρὶ
5.303 Τυδεΐδης μέγα ἔργον οὐ δύο γ’ ἄνδρε φέροιεν ,
5.304 οἷοι νῦν βροτοί εἰσ’ · δέ μιν ῥέα πάλλε καὶ οἶος .
5.305 τῷ βάλεν Αἰνείαο κατ’ ἰσχίον ἔνθά τε μηρὸς
5.306 ἰσχίῳ ἐνστρέφεται , κοτύλην δέ τέ μιν καλέουσι ·
5.307 θλάσσε δέ οἱ κοτύλην , πρὸς δ’ ἄμφω ῥῆξε τένοντε ·
5.308 ὦσε δ’ ἀπὸ ῥινὸν τρηχὺς λίθος · αὐτὰρ γ’ ἥρως
5.309 ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
5.310 γαίης · ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε .
5.311 καί νύ κεν ἔνθ’ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας ,
5.312 εἰ μὴ ἄρ’ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
5.313 μήτηρ , μιν ὑπ’ Ἀγχίσῃ τέκε βουκολέοντι ·
5.314 ἀμφὶ δ’ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ ,
5.315 πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν
5.316 ἕρκος ἔμεν βελέων , μή τις Δαναῶν ταχυπώλων
5.317 χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο .
5.318 μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο ·
5.319 οὐδ’ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων
5.320 τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης ,
5.321 ἀλλ’ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
5.322 νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας ,
5.323 Αἰνείαο δ’ ἐπαΐξας καλλίτριχας ἵππους
5.324 ἐξέλασε Τρώων μετ’ ἐϋκνήμιδας Ἀχαιούς .
5.325 δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ , ὃν περὶ πάσης
5.326 τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη ,
5.327 νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν · αὐτὰρ γ’ ἥρως
5.328 ὧν ἵππων ἐπιβὰς ἔλαβ’ ἡνία σιγαλόεντα ,
5.329 αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους
5.330 ἐμμεμαώς · δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ
5.331 γιγνώσκων τ’ ἄναλκις ἔην θεός , οὐδὲ θεάων