5.273 εἰ τούτω κε λάβοιμεν , ἀροίμεθά κε κλέος ἐσθλόν .
5.274 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ,
5.275 τὼ δὲ τάχ’ ἐγγύθεν ἦλθον ἐλαύνοντ’ ὠκέας ἵππους .
5.276 τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός ·
5.277 καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ
5.278 μάλα σ’ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός ·
5.279 νῦν αὖτ’ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι .
5.280 ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
5.281 καὶ βάλε Τυδεΐδαο κατ’ ἀσπίδα · τῆς δὲ διὰ πρὸ
5.282 αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη ·
5.283 τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός ·
5.284 βέβληαι κενεῶνα διαμπερές , οὐδέ σ’ ὀΐω
5.285 δηρὸν ἔτ’ ἀνσχήσεσθαι · ἐμοὶ δὲ μέγ’ εὖχος ἔδωκας .
5.286 τὸν δ’ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης ·
5.287 ἤμβροτες οὐδ’ ἔτυχες · ἀτὰρ οὐ μὲν σφῶΐ γ’ ὀΐω
5.288 πρίν γ’ ἀποπαύσεσθαι πρίν γ’ ἕτερόν γε πεσόντα
5.289 αἵματος ἆσαι Ἄρηα , ταλαύρινον πολεμιστήν .
5.290 ὣς φάμενος προέηκε · βέλος δ’ ἴθυνεν Ἀθήνη
5.291 ῥῖνα παρ’ ὀφθαλμόν , λευκοὺς δ’ ἐπέρησεν ὀδόντας .
5.292 τοῦ δ’ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής ,
5.293 αἰχμὴ δ’ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα ·
5.294 ἤριπε δ’ ἐξ ὀχέων , ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ
5.295 αἰόλα παμφανόωντα , παρέτρεσσαν δέ οἱ ἵπποι
5.296 ὠκύποδες · τοῦ δ’ αὖθι λύθη ψυχή τε μένος τε .
5.297 Αἰνείας δ’ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ
5.298 δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί .
5.299 ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς ,
5.300 πρόσθε δέ οἱ δόρυ τ’ ἔσχε καὶ ἀσπίδα πάντοσ’ ἐΐσην ,
5.301 τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ’ ἀντίος ἔλθοι