5.244 ἄνδρ’ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι
5.245 ἶν’ ἀπέλεθρον ἔχοντας · μὲν τόξων ἐῢ εἰδὼς
5.246 Πάνδαρος , υἱὸς δ’ αὖτε Λυκάονος εὔχεται εἶναι ·
5.247 Αἰνείας δ’ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο
5.248 εὔχεται ἐκγεγάμεν , μήτηρ δέ οἵ ἐστ’ Ἀφροδίτη .
5.249 ἀλλ’ ἄγε δὴ χαζώμεθ’ ἐφ’ ἵππων , μηδέ μοι οὕτω
5.250 θῦνε διὰ προμάχων , μή πως φίλον ἦτορ ὀλέσσῃς .
5.251 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης ·
5.252 μή τι φόβον δ’ ἀγόρευ’ , ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω .
5.253 οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι
5.254 οὐδὲ καταπτώσσειν · ἔτι μοι μένος ἔμπεδόν ἐστιν ·
5.255 ὀκνείω δ’ ἵππων ἐπιβαινέμεν , ἀλλὰ καὶ αὔτως
5.256 ἀντίον εἶμ’ αὐτῶν · τρεῖν μ’ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη .
5.257 τούτω δ’ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι
5.258 ἄμφω ἀφ’ ἡμείων , εἴ γ’ οὖν ἕτερός γε φύγῃσιν .
5.259 ἄλλο δέ τοι ἐρέω , σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·
5.260 αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ
5.261 ἀμφοτέρω κτεῖναι , σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους
5.262 αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας ,
5.263 Αἰνείαο δ’ ἐπαΐξαι μεμνημένος ἵππων ,
5.264 ἐκ δ’ ἐλάσαι Τρώων μετ’ ἐϋκνήμιδας Ἀχαιούς .
5.265 τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς
5.266 δῶχ’ υἷος ποινὴν Γανυμήδεος , οὕνεκ’ ἄριστοι
5.267 ἵππων ὅσσοι ἔασιν ὑπ’ ἠῶ τ’ ἠέλιόν τε ,
5.268 τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης
5.269 λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους ·
5.270 τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη .
5.271 τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ’ ἐπὶ φάτνῃ ,
5.272 τὼ δὲ δύ’ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο .