5.214 αὐτίκ’ ἔπειτ’ ἀπ’ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς
5.215 εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην
5.216 χερσὶ διακλάσσας · ἀνεμώλια γάρ μοι ὀπηδεῖ .
5.217 τὸν δ’ αὖτ’ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα ·
5.218 μὴ δ’ οὕτως ἀγόρευε · πάρος δ’ οὐκ ἔσσεται ἄλλως ,
5.219 πρίν γ’ ἐπὶ νὼ τῷδ’ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν
5.220 ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι .
5.221 ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων ἐπιβήσεο , ὄφρα ἴδηαι
5.222 οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
5.223 κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι ·
5.224 τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον , εἴ περ ἂν αὖτε
5.225 Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ .
5.226 ἀλλ’ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
5.227 δέξαι , ἐγὼ δ’ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι ·
5.228 ἠὲ σὺ τόνδε δέδεξο , μελήσουσιν δ’ ἐμοὶ ἵπποι .
5.229 τὸν δ’ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός ·
5.230 Αἰνεία σὺ μὲν αὐτὸς ἔχ’ ἡνία καὶ τεὼ ἵππω ·
5.231 μᾶλλον ὑφ’ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
5.232 οἴσετον , εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν ·
5.233 μὴ τὼ μὲν δείσαντε ματήσετον , οὐδ’ ἐθέλητον
5.234 ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε ,
5.235 νῶϊ δ’ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς
5.236 αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους .
5.237 ἀλλὰ σύ γ’ αὐτὸς ἔλαυνε τέ’ ἅρματα καὶ τεὼ ἵππω ,
5.238 τὸν δὲ δ’ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί .
5.239 ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες
5.240 ἐμμεμαῶτ’ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους .
5.241 τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός ,
5.242 αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα ·
5.243 Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ ,