5.183 ἵππους τ’ εἰσορόων · σάφα δ’ οὐκ οἶδ’ εἰ θεός ἐστιν .
5.184 εἰ δ’ γ’ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς
5.185 οὐχ γ’ ἄνευθε θεοῦ τάδε μαίνεται , ἀλλά τις ἄγχι
5.186 ἕστηκ’ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους ,
5.187 ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ .
5.188 ἤδη γάρ οἱ ἐφῆκα βέλος , καί μιν βάλον ὦμον
5.189 δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο ·
5.190 καί μιν ἔγωγ’ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν ,
5.191 ἔμπης δ’ οὐκ ἐδάμασσα · θεός νύ τίς ἐστι κοτήεις .
5.192 ἵπποι δ’ οὐ παρέασι καὶ ἅρματα τῶν κ’ ἐπιβαίην ·
5.193 ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
5.194 καλοὶ πρωτοπαγεῖς νεοτευχέες · ἀμφὶ δὲ πέπλοι
5.195 πέπτανται · παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι
5.196 ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας .
5.197 μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων
5.198 ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν ·
5.199 ἵπποισίν μ’ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα
5.200 ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας ·
5.201 ἀλλ’ ἐγὼ οὐ πιθόμην · τ’ ἂν πολὺ κέρδιον ἦεν ·
5.202 ἵππων φειδόμενος , μή μοι δευοίατο φορβῆς
5.203 ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην .
5.204 ὣς λίπον , αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
5.205 τόξοισιν πίσυνος · τὰ δέ μ’ οὐκ ἄρ’ ἔμελλον ὀνήσειν .
5.206 ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα
5.207 Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ , ἐκ δ’ ἀμφοτέροιιν
5.208 ἀτρεκὲς αἷμ’ ἔσσευα βαλών , ἤγειρα δὲ μᾶλλον .
5.209 τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
5.210 ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν
5.211 ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ .
5.212 εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
5.213 πατρίδ’ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα ,