5.153 ἄμφω τηλυγέτω · δὲ τείρετο γήραϊ λυγρῷ ,
5.154 υἱὸν δ’ οὐ τέκετ’ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι .
5.155 ἔνθ’ γε τοὺς ἐνάριζε , φίλον δ’ ἐξαίνυτο θυμὸν
5.156 ἀμφοτέρω , πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ
5.157 λεῖπ’ , ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε
5.158 δέξατο · χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο .
5.159 ἔνθ’ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο
5.160 εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε .
5.161 ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ
5.162 πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων ,
5.163 ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
5.164 βῆσε κακῶς ἀέκοντας , ἔπειτα δὲ τεύχε’ ἐσύλα ·
5.165 ἵππους δ’ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν .
5.166 τὸν δ’ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν ,
5.167 βῆ δ’ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων
5.168 Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι ·
5.169 εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε ,
5.170 στῆ δὲ πρόσθ’ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα ·
5.171 Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ
5.172 καὶ κλέος ; οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ’ ἀνήρ ,
5.173 οὐδέ τις ἐν Λυκίῃ σέο γ’ εὔχεται εἶναι ἀμείνων .
5.174 ἀλλ’ ἄγε τῷδ’ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν
5.175 ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
5.176 Τρῶας , ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ’ ἔλυσεν ·
5.177 εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν
5.178 ἱρῶν μηνίσας · χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις .
5.179 τὸν δ’ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός ·
5.180 Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
5.181 Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω ,
5.182 ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ ,