5.123 ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα ·
5.124 θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι ·
5.125 ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα
5.126 ἄτρομον , οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς ·
5.127 ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον πρὶν ἐπῆεν ,
5.128 ὄφρ’ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα .
5.129 τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ’ ἵκηται
5.130 μή τι σύ γ’ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι
5.131 τοῖς ἄλλοις · ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
5.132 ἔλθῃσ’ ἐς πόλεμον , τήν γ’ οὐτάμεν ὀξέϊ χαλκῷ .
5.133 μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη ,
5.134 Τυδεΐδης δ’ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη
5.135 καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι ·
5.136 δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα
5.137 ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ’ εἰροπόκοις ὀΐεσσι
5.138 χραύσῃ μέν τ’ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ ·
5.139 τοῦ μέν τε σθένος ὦρσεν , ἔπειτα δέ τ’ οὐ προσαμύνει ,
5.140 ἀλλὰ κατὰ σταθμοὺς δύεται , τὰ δ’ ἐρῆμα φοβεῖται ·
5.141 αἳ μέν τ’ ἀγχιστῖναι ἐπ’ ἀλλήλῃσι κέχυνται ,
5.142 αὐτὰρ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς ·
5.143 ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης .
5.144 ἔνθ’ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν ,
5.145 τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί ,
5.146 τὸν δ’ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρ’ ὦμον
5.147 πλῆξ’ , ἀπὸ δ’ αὐχένος ὦμον ἐέργαθεν ἠδ’ ἀπὸ νώτου .
5.148 τοὺς μὲν ἔασ’ , δ’ Ἄβαντα μετῴχετο καὶ Πολύειδον
5.149 υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος ·
5.150 τοῖς οὐκ ἐρχομένοις γέρων ἐκρίνατ’ ὀνείρους ,
5.151 ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε ·
5.152 βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε