5.64 οἷ τ’ αὐτῷ , ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη .
5.65 τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων
5.66 βεβλήκει γλουτὸν κατὰ δεξιόν · δὲ διαπρὸ
5.67 ἀντικρὺ κατὰ κύστιν ὑπ’ ὀστέον ἤλυθ’ ἀκωκή ·
5.68 γνὺξ δ’ ἔριπ’ οἰμώξας , θάνατος δέ μιν ἀμφεκάλυψε .
5.69 Πήδαιον δ’ ἄρ’ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν
5.70 ὅς ῥα νόθος μὲν ἔην , πύκα δ’ ἔτρεφε δῖα Θεανὼ
5.71 ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ .
5.72 τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
5.73 βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί ·
5.74 ἀντικρὺ δ’ ἀν’ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός ·
5.75 ἤριπε δ’ ἐν κονίῃ , ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσιν .
5.76 Εὐρύπυλος δ’ Εὐαιμονίδης Ὑψήνορα δῖον
5.77 υἱὸν ὑπερθύμου Δολοπίονος , ὅς ῥα Σκαμάνδρου
5.78 ἀρητὴρ ἐτέτυκτο , θεὸς δ’ ὣς τίετο δήμῳ ,
5.79 τὸν μὲν ἄρ’ Εὐρύπυλος , Εὐαίμονος ἀγλαὸς υἱός ,
5.80 πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ’ ὦμον
5.81 φασγάνῳ ἀΐξας , ἀπὸ δ’ ἔξεσε χεῖρα βαρεῖαν ·
5.82 αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε · τὸν δὲ κατ’ ὄσσε
5.83 ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή .
5.84 ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην ·
5.85 Τυδεΐδην δ’ οὐκ ἂν γνοίης ποτέροισι μετείη
5.86 ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι μετ’ Ἀχαιοῖς .
5.87 θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς
5.88 χειμάρρῳ , ὅς τ’ ὦκα ῥέων ἐκέδασσε γεφύρας ·
5.89 τὸν δ’ οὔτ’ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν ,
5.90 οὔτ’ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων
5.91 ἐλθόντ’ ἐξαπίνης ὅτ’ ἐπιβρίσῃ Διὸς ὄμβρος ·
5.92 πολλὰ δ’ ὑπ’ αὐτοῦ ἔργα κατήριπε κάλ’ αἰζηῶν ·
5.93 ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες