5.32 οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς
5.33 μάρνασθ’ , ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ ,
5.34 νῶϊ δὲ χαζώμεσθα , Διὸς δ’ ἀλεώμεθα μῆνιν ;
5.35 ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα ·
5.36 τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ’ ἠϊόεντι Σκαμάνδρῳ ,
5.37 Τρῶας δ’ ἔκλιναν Δαναοί · ἕλε δ’ ἄνδρα ἕκαστος
5.38 ἡγεμόνων · πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
5.39 ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου ·
5.40 πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
5.41 ὤμων μεσσηγύς , διὰ δὲ στήθεσφιν ἔλασσε ,
5.42 δούπησεν δὲ πεσών , ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ .
5.43 Ἰδομενεὺς δ’ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
5.44 Βώρου , ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει .
5.45 τὸν μὲν ἄρ’ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ
5.46 νύξ’ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον ·
5.47 ἤριπε δ’ ἐξ ὀχέων , στυγερὸς δ’ ἄρα μιν σκότος εἷλε .
5.48 τὸν μὲν ἄρ’ Ἰδομενῆος ἐσύλευον θεράποντες ·
5.49 υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
5.50 Ἀτρεΐδης Μενέλαος ἕλ’ ἔγχεϊ ὀξυόεντι
5.51 ἐσθλὸν θηρητῆρα · δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
5.52 βάλλειν ἄγρια πάντα , τά τε τρέφει οὔρεσιν ὕλη ·
5.53 ἀλλ’ οὔ οἱ τότε γε χραῖσμ’ Ἄρτεμις ἰοχέαιρα ,
5.54 οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο ·
5.55 ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
5.56 πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
5.57 ὤμων μεσσηγύς , διὰ δὲ στήθεσφιν ἔλασσεν ,
5.58 ἤριπε δὲ πρηνής , ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ .
5.59 Μηριόνης δὲ Φέρεκλον ἐνήρατο , τέκτονος υἱὸν
5.60 Ἁρμονίδεω , ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
5.61 τεύχειν · ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη ·
5.62 ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
5.63 ἀρχεκάκους , αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο