5.1 ἔνθ’ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
5.2 δῶκε μένος καὶ θάρσος , ἵν’ ἔκδηλος μετὰ πᾶσιν
5.3 Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο ·
5.4 δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ
5.5 ἀστέρ’ ὀπωρινῷ ἐναλίγκιον , ὅς τε μάλιστα
5.6 λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο ·
5.7 τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων ,
5.8 ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο .
5.9 ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων
5.10 ἱρεὺς Ἡφαίστοιο · δύω δέ οἱ υἱέες ἤστην
5.11 Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης .
5.12 τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην ·
5.13 τὼ μὲν ἀφ’ ἵπποιιν , δ’ ἀπὸ χθονὸς ὄρνυτο πεζός .
5.14 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες
5.15 Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος ·
5.16 Τυδεΐδεω δ’ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ’ ἀκωκὴ
5.17 ἔγχεος , οὐδ’ ἔβαλ’ αὐτόν · δ’ ὕστερος ὄρνυτο χαλκῷ
5.18 Τυδεΐδης · τοῦ δ’ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός ,
5.19 ἀλλ’ ἔβαλε στῆθος μεταμάζιον , ὦσε δ’ ἀφ’ ἵππων .
5.20 Ἰδαῖος δ’ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον ,
5.21 οὐδ’ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο ·
5.22 οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν ,
5.23 ἀλλ’ Ἥφαιστος ἔρυτο , σάωσε δὲ νυκτὶ καλύψας ,
5.24 ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη .
5.25 ἵππους δ’ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς
5.26 δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας .
5.27 Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
5.28 τὸν μὲν ἀλευάμενον , τὸν δὲ κτάμενον παρ’ ὄχεσφι ,
5.29 πᾶσιν ὀρίνθη θυμός · ἀτὰρ γλαυκῶπις Ἀθήνη
5.30 χειρὸς ἑλοῦσ’ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα ·
5.31 Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα