4.527 τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
4.528 στέρνον ὑπὲρ μαζοῖο , πάγη δ’ ἐν πνεύμονι χαλκός ·
4.529 ἀγχίμολον δέ οἱ ἦλθε Θόας , ἐκ δ’ ὄβριμον ἔγχος
4.530 ἐσπάσατο στέρνοιο , ἐρύσσατο δὲ ξίφος ὀξύ ,
4.531 τῷ ὅ γε γαστέρα τύψε μέσην , ἐκ δ’ αἴνυτο θυμόν .
4.532 τεύχεα δ’ οὐκ ἀπέδυσε · περίστησαν γὰρ ἑταῖροι
4.533 Θρήϊκες ἀκρόκομοι δολίχ’ ἔγχεα χερσὶν ἔχοντες ,
4.534 οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
4.535 ὦσαν ἀπὸ σφείων · ὃ δὲ χασσάμενος πελεμίχθη .
4.536 ὣς τώ γ’ ἐν κονίῃσι παρ’ ἀλλήλοισι τετάσθην ,
4.537 ἤτοι ὃ μὲν Θρῃκῶν , ὃ δ’ Ἐπειῶν χαλκοχιτώνων
4.538 ἡγεμόνες · πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι .
4.539 ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών ,
4.540 ὅς τις ἔτ’ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
4.541 δινεύοι κατὰ μέσσον , ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
4.542 χειρὸς ἑλοῦσ’ , αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν ·
4.543 πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
4.544 πρηνέες ἐν κονίῃσι παρ’ ἀλλήλοισι τέταντο .