4.496 στῆ δὲ μάλ’ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
4.497 ἀμφὶ παπτήνας · ὑπὸ δὲ Τρῶες κεκάδοντο
4.498 ἀνδρὸς ἀκοντίσσαντος · δ’ οὐχ ἅλιον βέλος ἧκεν ,
4.499 ἀλλ’ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
4.500 ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ’ ἵππων ὠκειάων .
4.501 τόν ῥ’ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
4.502 κόρσην · δ’ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
4.503 αἰχμὴ χαλκείη · τὸν δὲ σκότος ὄσσε κάλυψε ,
4.504 δούπησεν δὲ πεσών , ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ .
4.505 χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ ·
4.506 Ἀργεῖοι δὲ μέγα ἴαχον , ἐρύσαντο δὲ νεκρούς ,
4.507 ἴθυσαν δὲ πολὺ προτέρω · νεμέσησε δ’ Ἀπόλλων
4.508 Περγάμου ἐκκατιδών , Τρώεσσι δὲ κέκλετ’ ἀΰσας ·
4.509 ὄρνυσθ’ ἱππόδαμοι Τρῶες μηδ’ εἴκετε χάρμης
4.510 Ἀργείοις , ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος
4.511 χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν ·
4.512 οὐ μὰν οὐδ’ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
4.513 μάρναται , ἀλλ’ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει .
4.514 ὣς φάτ’ ἀπὸ πτόλιος δεινὸς θεός · αὐτὰρ Ἀχαιοὺς
4.515 ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
4.516 ἐρχομένη καθ’ ὅμιλον , ὅθι μεθιέντας ἴδοιτο .
4.517 ἔνθ’ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε ·
4.518 χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
4.519 κνήμην δεξιτερήν · βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
4.520 Πείρως Ἰμβρασίδης ὃς ἄρ’ Αἰνόθεν εἰληλούθει .
4.521 ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
4.522 ἄχρις ἀπηλοίησεν · δ’ ὕπτιος ἐν κονίῃσι
4.523 κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
4.524 θυμὸν ἀποπνείων · δ’ ἐπέδραμεν ὅς ῥ’ ἔβαλέν περ
4.525 Πείροος , οὖτα δὲ δουρὶ παρ’ ὀμφαλόν · ἐκ δ’ ἄρα πᾶσαι
4.526 χύντο χαμαὶ χολάδες , τὸν δὲ σκότος ὄσσε κάλυψε .