4.340 τίπτε καταπτώσσοντες ἀφέστατε , μίμνετε δ’ ἄλλους ;
4.341 σφῶϊν μέν τ’ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
4.342 ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι ·
4.343 πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο ,
4.344 ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί .
4.345 ἔνθα φίλ’ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα
4.346 οἴνου πινέμεναι μελιηδέος ὄφρ’ ἐθέλητον ·
4.347 νῦν δὲ φίλως χ’ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
4.348 ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ .
4.349 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς ·
4.350 Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων ;
4.351 πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότ’ Ἀχαιοὶ
4.352 Τρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα ;
4.353 ὄψεαι αἴ κ’ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ
4.354 Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
4.355 Τρώων ἱπποδάμων · σὺ δὲ ταῦτ’ ἀνεμώλια βάζεις .
4.356 τὸν δ’ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων
4.357 ὡς γνῶ χωομένοιο · πάλιν δ’ γε λάζετο μῦθον ·
4.358 διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ
4.359 οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω ·
4.360 οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
4.361 ἤπια δήνεα οἶδε · τὰ γὰρ φρονέεις τ’ ἐγώ περ .
4.362 ἀλλ’ ἴθι ταῦτα δ’ ὄπισθεν ἀρεσσόμεθ’ εἴ τι κακὸν νῦν
4.363 εἴρηται , τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν .
4.364 ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ , βῆ δὲ μετ’ ἄλλους .
4.365 εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
4.366 ἑσταότ’ ἔν θ’ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι ·
4.367 πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός .
4.368 καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων ,
4.369 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
4.370 μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
4.371 τί πτώσσεις , τί δ’ ὀπιπεύεις πολέμοιο γεφύρας ;