4.372 οὐ μὲν Τυδέϊ γ’ ὧδε φίλον πτωσκαζέμεν ἦεν ,
4.373 ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι ,
4.374 ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον · οὐ γὰρ ἔγωγε
4.375 ἤντησ’ οὐδὲ ἴδον · περὶ δ’ ἄλλων φασὶ γενέσθαι .
4.376 ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
4.377 ξεῖνος ἅμ’ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων ·
4.378 οἳ δὲ τότ’ ἐστρατόωνθ’ ἱερὰ πρὸς τείχεα Θήβης ,
4.379 καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους ·
4.380 οἳ δ’ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον ·
4.381 ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων .
4.382 οἳ δ’ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο ,
4.383 Ἀσωπὸν δ’ ἵκοντο βαθύσχοινον λεχεποίην ,
4.384 ἔνθ’ αὖτ’ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί .
4.385 αὐτὰρ βῆ , πολέας δὲ κιχήσατο Καδμεΐωνας
4.386 δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης .
4.387 ἔνθ’ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς
4.388 τάρβει , μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν ,
4.389 ἀλλ’ γ’ ἀεθλεύειν προκαλίζετο , πάντα δ’ ἐνίκα
4.390 ῥηϊδίως · τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη .
4.391 οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων
4.392 ἂψ ἄρ’ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες
4.393 κούρους πεντήκοντα · δύω δ’ ἡγήτορες ἦσαν ,
4.394 Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν ,
4.395 υἱός τ’ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης .
4.396 Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε ·
4.397 πάντας ἔπεφν’ , ἕνα δ’ οἶον ἵει οἶκον δὲ νέεσθαι ·
4.398 Μαίον’ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας .
4.399 τοῖος ἔην Τυδεὺς Αἰτώλιος · ἀλλὰ τὸν υἱὸν
4.400 γείνατο εἷο χέρεια μάχῃ , ἀγορῇ δέ τ’ ἀμείνω .
4.401 ὣς φάτο , τὸν δ’ οὔ τι προσέφη κρατερὸς Διομήδης
4.402 αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο ·