4.308 ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχε’ ἐπόρθεον
4.309 τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες .
4.310 ὣς γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς ·
4.311 καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων ,
4.312 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
4.313 γέρον εἴθ’ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
4.314 ὥς τοι γούναθ’ ἕποιτο , βίη δέ τοι ἔμπεδος εἴη ·
4.315 ἀλλά σε γῆρας τείρει ὁμοίϊον · ὡς ὄφελέν τις
4.316 ἀνδρῶν ἄλλος ἔχειν , σὺ δὲ κουροτέροισι μετεῖναι .
4.317 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
4.318 Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
4.319 ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν .
4.320 ἀλλ’ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν ·
4.321 εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει .
4.322 ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω
4.323 βουλῇ καὶ μύθοισι · τὸ γὰρ γέρας ἐστὶ γερόντων .
4.324 αἰχμὰς δ’ αἰχμάσσουσι νεώτεροι , οἵ περ ἐμεῖο
4.325 ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν .
4.326 ὣς ἔφατ’ , Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ .
4.327 εὗρ’ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
4.328 ἑσταότ’ · ἀμφὶ δ’ Ἀθηναῖοι μήστωρες ἀϋτῆς ·
4.329 αὐτὰρ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς ,
4.330 πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
4.331 ἕστασαν · οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς ,
4.332 ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
4.333 Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν · οἳ δὲ μένοντες
4.334 ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
4.335 Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο .
4.336 τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ,
4.337 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
4.338 υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος ,
4.339 καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον