4.277 τῷ δέ τ’ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα
4.278 φαίνετ’ ἰὸν κατὰ πόντον , ἄγει δέ τε λαίλαπα πολλήν ,
4.279 ῥίγησέν τε ἰδών , ὑπό τε σπέος ἤλασε μῆλα ·
4.280 τοῖαι ἅμ’ Αἰάντεσσι διοτρεφέων αἰζηῶν
4.281 δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
4.282 κυάνεαι , σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι .
4.283 καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων ,
4.284 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
4.285 Αἴαντ’ Ἀργείων ἡγήτορε χαλκοχιτώνων ,
4.286 σφῶϊ μέν · οὐ γὰρ ἔοικ’ ὀτρυνέμεν · οὔ τι κελεύω ·
4.287 αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι .
4.288 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
4.289 τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο ·
4.290 τώ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
4.291 χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε .
4.292 ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ , βῆ δὲ μετ’ ἄλλους ·
4.293 ἔνθ’ ὅ γε Νέστορ’ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν
4.294 οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
4.295 ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε
4.296 Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν ·
4.297 ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι ,
4.298 πεζοὺς δ’ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς
4.299 ἕρκος ἔμεν πολέμοιο · κακοὺς δ’ ἐς μέσσον ἔλασσεν ,
4.300 ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι .
4.301 ἱππεῦσιν μὲν πρῶτ’ ἐπετέλλετο · τοὺς γὰρ ἀνώγει
4.302 σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ ·
4.303 μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
4.304 οἶος πρόσθ’ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι ,
4.305 μηδ’ ἀναχωρείτω · ἀλαπαδνότεροι γὰρ ἔσεσθε .
4.306 ὃς δέ κ’ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ’ ἅρμαθ’ ἵκηται
4.307 ἔγχει ὀρεξάσθω , ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω .