4.247 μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες
4.248 εἰρύατ’ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης ,
4.249 ὄφρα ἴδητ’ αἴ κ’ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων ;
4.250 ὣς γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν ·
4.251 ἦλθε δ’ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν .
4.252 οἳ δ’ ἀμφ’ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο ·
4.253 Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν ,
4.254 Μηριόνης δ’ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας .
4.255 τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ,
4.256 αὐτίκα δ’ Ἰδομενῆα προσηύδα μειλιχίοισιν ·
4.257 Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων
4.258 ἠμὲν ἐνὶ πτολέμῳ ἠδ’ ἀλλοίῳ ἐπὶ ἔργῳ
4.259 ἠδ’ ἐν δαίθ’ , ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον
4.260 Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται .
4.261 εἴ περ γάρ τ’ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ
4.262 δαιτρὸν πίνωσιν , σὸν δὲ πλεῖον δέπας αἰεὶ
4.263 ἕστηχ’ , ὥς περ ἐμοί , πιέειν ὅτε θυμὸς ἀνώγοι .
4.264 ἀλλ’ ὄρσευ πόλεμον δ’ οἷος πάρος εὔχεαι εἶναι .
4.265 τὸν δ’ αὖτ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα ·
4.266 Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
4.267 ἔσσομαι , ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα ·
4.268 ἀλλ’ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς
4.269 ὄφρα τάχιστα μαχώμεθ’ , ἐπεὶ σύν γ’ ὅρκι’ ἔχευαν
4.270 Τρῶες · τοῖσιν δ’ αὖ θάνατος καὶ κήδε’ ὀπίσσω
4.271 ἔσσετ’ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο .
4.272 ὣς ἔφατ’ , Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ ·
4.273 ἦλθε δ’ ἐπ’ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν ·
4.274 τὼ δὲ κορυσσέσθην , ἅμα δὲ νέφος εἵπετο πεζῶν .
4.275 ὡς δ’ ὅτ’ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ
4.276 ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς ·