4.125 λίγξε βιός , νευρὴ δὲ μέγ’ ἴαχεν , ἆλτο δ’ ὀϊστὸς
4.126 ὀξυβελὴς καθ’ ὅμιλον ἐπιπτέσθαι μενεαίνων .
4.127 οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
4.128 ἀθάνατοι , πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη ,
4.129 τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν .
4.130 δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ
4.131 παιδὸς ἐέργῃ μυῖαν ὅθ’ ἡδέϊ λέξεται ὕπνῳ ,
4.132 αὐτὴ δ’ αὖτ’ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
4.133 χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ .
4.134 ἐν δ’ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός ·
4.135 διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο ,
4.136 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
4.137 μίτρης θ’ , ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων ,
4.138 οἱ πλεῖστον ἔρυτο · διὰ πρὸ δὲ εἴσατο καὶ τῆς .
4.139 ἀκρότατον δ’ ἄρ’ ὀϊστὸς ἐπέγραψε χρόα φωτός ·
4.140 αὐτίκα δ’ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς .
4.141 ὡς δ’ ὅτε τίς τ’ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ
4.142 Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων ·
4.143 κεῖται δ’ ἐν θαλάμῳ , πολέες τέ μιν ἠρήσαντο
4.144 ἱππῆες φορέειν · βασιλῆϊ δὲ κεῖται ἄγαλμα ,
4.145 ἀμφότερον κόσμός θ’ ἵππῳ ἐλατῆρί τε κῦδος ·
4.146 τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ
4.147 εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλ’ ὑπένερθε .
4.148 ῥίγησεν δ’ ἄρ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
4.149 ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς ·
4.150 ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος .
4.151 ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας
4.152 ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη .
4.153 τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων
4.154 χειρὸς ἔχων Μενέλαον , ἐπεστενάχοντο δ’ ἑταῖροι ·
4.155 φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκι’ ἔταμνον