4.156 οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι ,
4.157 ὥς σ’ ἔβαλον Τρῶες , κατὰ δ’ ὅρκια πιστὰ πάτησαν .
4.158 οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν
4.159 σπονδαί τ’ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν .
4.160 εἴ περ γάρ τε καὶ αὐτίκ’ Ὀλύμπιος οὐκ ἐτέλεσσεν ,
4.161 ἔκ τε καὶ ὀψὲ τελεῖ , σύν τε μεγάλῳ ἀπέτισαν
4.162 σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν .
4.163 εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν ·
4.164 ἔσσεται ἦμαρ ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱρὴ
4.165 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο ,
4.166 Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
4.167 αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι
4.168 τῆσδ’ ἀπάτης κοτέων · τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα ·
4.169 ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται Μενέλαε
4.170 αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο .
4.171 καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην ·
4.172 αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης ·
4.173 κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν
4.174 Ἀργείην Ἑλένην · σέο δ’ ὀστέα πύσει ἄρουρα
4.175 κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ .
4.176 καί κέ τις ὧδ’ ἐρέει Τρώων ὑπερηνορεόντων
4.177 τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο ·
4.178 αἴθ’ οὕτως ἐπὶ πᾶσι χόλον τελέσει’ Ἀγαμέμνων ,
4.179 ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ’ Ἀχαιῶν ,
4.180 καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
4.181 σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον .
4.182 ὥς ποτέ τις ἐρέει · τότε μοι χάνοι εὐρεῖα χθών .
4.183 τὸν δ’ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος ·
4.184 θάρσει , μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν ·
4.185 οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος , ἀλλὰ πάροιθεν