4.92 ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα ·
4.93 ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον .
4.94 τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν ,
4.95 πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο ,
4.96 ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ .
4.97 τοῦ κεν δὴ πάμπρωτα παρ’ ἀγλαὰ δῶρα φέροιο ,
4.98 αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν
4.99 σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ’ ἀλεγεινῆς .
4.100 ἀλλ’ ἄγ’ ὀΐστευσον Μενελάου κυδαλίμοιο ,
4.101 εὔχεο δ’ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
4.102 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
4.103 οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης .
4.104 ὣς φάτ’ Ἀθηναίη , τῷ δὲ φρένας ἄφρονι πεῖθεν ·
4.105 αὐτίκ’ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς
4.106 ἀγρίου , ὅν ῥά ποτ’ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
4.107 πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι
4.108 βεβλήκει πρὸς στῆθος · δ’ ὕπτιος ἔμπεσε πέτρῃ .
4.109 τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει ·
4.110 καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων ,
4.111 πᾶν δ’ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην .
4.112 καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ
4.113 ἀγκλίνας · πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι
4.114 μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν
4.115 πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν .
4.116 αὐτὰρ σύλα πῶμα φαρέτρης , ἐκ δ’ ἕλετ’ ἰὸν
4.117 ἀβλῆτα πτερόεντα μελαινέων ἕρμ’ ὀδυνάων ·
4.118 αἶψα δ’ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν ,
4.119 εὔχετο δ’ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
4.120 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
4.121 οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης .
4.122 ἕλκε δ’ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια ·
4.123 νευρὴν μὲν μαζῷ πέλασεν , τόξῳ δὲ σίδηρον .
4.124 αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε ,