4.61 κέκλημαι , σὺ δὲ πᾶσι μετ’ ἀθανάτοισιν ἀνάσσεις .
4.62 ἀλλ’ ἤτοι μὲν ταῦθ’ ὑποείξομεν ἀλλήλοισι ,
4.63 σοὶ μὲν ἐγώ , σὺ δ’ ἐμοί · ἐπὶ δ’ ἕψονται θεοὶ ἄλλοι
4.64 ἀθάνατοι · σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι
4.65 ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν ,
4.66 πειρᾶν δ’ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
4.67 ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι .
4.68 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε ·
4.69 αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα ·
4.70 αἶψα μάλ’ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς ,
4.71 πειρᾶν δ’ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
4.72 ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι .
4.73 ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην ,
4.74 βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα .
4.75 οἷον δ’ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω
4.76 ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν
4.77 λαμπρόν · τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται ·
4.78 τῷ ἐϊκυῖ’ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη ,
4.79 κὰδ δ’ ἔθορ’ ἐς μέσσον · θάμβος δ’ ἔχεν εἰσορόωντας
4.80 Τρῶάς θ’ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς ·
4.81 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον ·
4.82 ῥ’ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
4.83 ἔσσεται , φιλότητα μετ’ ἀμφοτέροισι τίθησι
4.84 Ζεύς , ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται .
4.85 ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε .
4.86 δ’ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθ’ ὅμιλον
4.87 Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ ,
4.88 Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι .
4.89 εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε
4.90 ἑσταότ’ · ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
4.91 λαῶν , οἵ οἱ ἕποντο ἀπ’ Αἰσήποιο ῥοάων ·