4.32 τόσσα κακὰ ῥέζουσιν , τ’ ἀσπερχὲς μενεαίνεις
4.33 Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον ;
4.34 εἰ δὲ σύ γ’ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ
4.35 ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας
4.36 ἄλλους τε Τρῶας , τότε κεν χόλον ἐξακέσαιο .
4.37 ἕρξον ὅπως ἐθέλεις · μὴ τοῦτό γε νεῖκος ὀπίσσω
4.38 σοὶ καὶ ἐμοὶ μέγ’ ἔρισμα μετ’ ἀμφοτέροισι γένηται .
4.39 ἄλλο δέ τοι ἐρέω , σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·
4.40 ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι
4.41 τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι ,
4.42 μή τι διατρίβειν τὸν ἐμὸν χόλον , ἀλλά μ’ ἐᾶσαι ·
4.43 καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ ·
4.44 αἳ γὰρ ὑπ’ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι
4.45 ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων ,
4.46 τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ
4.47 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο .
4.48 οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
4.49 λοιβῆς τε κνίσης τε · τὸ γὰρ λάχομεν γέρας ἡμεῖς .
4.50 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη ·
4.51 ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες
4.52 Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη ·
4.53 τὰς διαπέρσαι ὅτ’ ἄν τοι ἀπέχθωνται περὶ κῆρι ·
4.54 τάων οὔ τοι ἐγὼ πρόσθ’ ἵσταμαι οὐδὲ μεγαίρω .
4.55 εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι ,
4.56 οὐκ ἀνύω φθονέουσ’ ἐπεὶ πολὺ φέρτερός ἐσσι .
4.57 ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον ·
4.58 καὶ γὰρ ἐγὼ θεός εἰμι , γένος δέ μοι ἔνθεν ὅθεν σοί ,
4.59 καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης ,
4.60 ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις