4.1 οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
4.2 χρυσέῳ ἐν δαπέδῳ , μετὰ δέ σφισι πότνια Ἥβη
4.3 νέκταρ ἐοινοχόει · τοὶ δὲ χρυσέοις δεπάεσσι
4.4 δειδέχατ’ ἀλλήλους , Τρώων πόλιν εἰσορόωντες ·
4.5 αὐτίκ’ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην
4.6 κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων ·
4.7 δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων
4.8 Ἥρη τ’ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη .
4.9 ἀλλ’ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι
4.10 τέρπεσθον · τῷ δ’ αὖτε φιλομειδὴς Ἀφροδίτη
4.11 αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει ·
4.12 καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι .
4.13 ἀλλ’ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου ·
4.14 ἡμεῖς δὲ φραζώμεθ’ ὅπως ἔσται τάδε ἔργα ,
4.15 ῥ’ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
4.16 ὄρσομεν , φιλότητα μετ’ ἀμφοτέροισι βάλωμεν .
4.17 εἰ δ’ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο ,
4.18 ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος ,
4.19 αὖτις δ’ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο .
4.20 ὣς ἔφαθ’ , αἳ δ’ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη ·
4.21 πλησίαι αἵ γ’ ἥσθην , κακὰ δὲ Τρώεσσι μεδέσθην .
4.22 ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
4.23 σκυζομένη Διὶ πατρί , χόλος δέ μιν ἄγριος ᾕρει ·
4.24 Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον , ἀλλὰ προσηύδα ·
4.25 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες ·
4.26 πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ’ ἀτέλεστον ,
4.27 ἱδρῶ θ’ ὃν ἵδρωσα μόγῳ , καμέτην δέ μοι ἵπποι
4.28 λαὸν ἀγειρούσῃ , Πριάμῳ κακὰ τοῖό τε παισίν .
4.29 ἕρδ’ · ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι .
4.30 τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς ·
4.31 δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες