3.433 ἐξαῦτις μαχέσασθαι ἐναντίον · ἀλλά σ’ ἔγωγε
3.434 παύεσθαι κέλομαι , μηδὲ ξανθῷ Μενελάῳ
3.435 ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
3.436 ἀφραδέως , μή πως τάχ’ ὑπ’ αὐτοῦ δουρὶ δαμήῃς .
3.437 τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε ·
3.438 μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε ·
3.439 νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ ,
3.440 κεῖνον δ’ αὖτις ἐγώ · πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν .
3.441 ἀλλ’ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε ·
3.442 οὐ γάρ πώ ποτέ μ’ ὧδέ γ’ ἔρως φρένας ἀμφεκάλυψεν ,
3.443 οὐδ’ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς
3.444 ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι ,
3.445 νήσῳ δ’ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ ,
3.446 ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ .
3.447 ῥα , καὶ ἄρχε λέχος δὲ κιών · ἅμα δ’ εἵπετ’ ἄκοιτις .
3.448 τὼ μὲν ἄρ’ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν ,
3.449 Ἀτρεΐδης δ’ ἀν’ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς
3.450 εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα .
3.451 ἀλλ’ οὔ τις δύνατο Τρώων κλειτῶν τ’ ἐπικούρων
3.452 δεῖξαι Ἀλέξανδρον τότ’ ἀρηϊφίλῳ Μενελάῳ ·
3.453 οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύθανον εἴ τις ἴδοιτο ·
3.454 ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ .
3.455 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
3.456 κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι ·
3.457 νίκη μὲν δὴ φαίνετ’ ἀρηϊφίλου Μενελάου ,
3.458 ὑμεῖς δ’ Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ
3.459 ἔκδοτε , καὶ τιμὴν ἀποτινέμεν ἥν τιν’ ἔοικεν ,
3.460 τε καὶ ἐσσομένοισι μετ’ ἀνθρώποισι πέληται .
3.461 ὣς ἔφατ’ Ἀτρεΐδης , ἐπὶ δ’ ᾔνεον ἄλλοι Ἀχαιοί .