3.404 νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ’ ἄγεσθαι ,
3.405 τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης ;
3.406 ἧσο παρ’ αὐτὸν ἰοῦσα , θεῶν δ’ ἀπόεικε κελεύθου ,
3.407 μηδ’ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον ,
3.408 ἀλλ’ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί φύλασσε ,
3.409 εἰς κέ σ’ ἄλοχον ποιήσεται γε δούλην .
3.410 κεῖσε δ’ ἐγὼν οὐκ εἶμι · νεμεσσητὸν δέ κεν εἴη ·
3.411 κείνου πορσανέουσα λέχος · Τρῳαὶ δέ μ’ ὀπίσσω
3.412 πᾶσαι μωμήσονται · ἔχω δ’ ἄχε’ ἄκριτα θυμῷ .
3.413 τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ’ Ἀφροδίτη ·
3.414 μή μ’ ἔρεθε σχετλίη , μὴ χωσαμένη σε μεθείω ,
3.415 τὼς δέ σ’ ἀπεχθήρω ὡς νῦν ἔκπαγλ’ ἐφίλησα ,
3.416 μέσσῳ δ’ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ
3.417 Τρώων καὶ Δαναῶν , σὺ δέ κεν κακὸν οἶτον ὄληαι .
3.418 ὣς ἔφατ’ , ἔδεισεν δ’ Ἑλένη Διὸς ἐκγεγαυῖα ,
3.419 βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
3.420 σιγῇ , πάσας δὲ Τρῳὰς λάθεν · ἦρχε δὲ δαίμων .
3.421 αἳ δ’ ὅτ’ Ἀλεξάνδροιο δόμον περικαλλέ’ ἵκοντο ,
3.422 ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο ,
3.423 δ’ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν .
3.424 τῇ δ’ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη
3.425 ἀντί’ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα ·
3.426 ἔνθα κάθιζ’ Ἑλένη κούρη Διὸς αἰγιόχοιο
3.427 ὄσσε πάλιν κλίνασα , πόσιν δ’ ἠνίπαπε μύθῳ ·
3.428 ἤλυθες ἐκ πολέμου · ὡς ὤφελες αὐτόθ’ ὀλέσθαι
3.429 ἀνδρὶ δαμεὶς κρατερῷ , ὃς ἐμὸς πρότερος πόσις ἦεν .
3.430 μὲν δὴ πρίν γ’ εὔχε’ ἀρηϊφίλου Μενελάου
3.431 σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι ·
3.432 ἀλλ’ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον