3.374 εἰ μὴ ἄρ’ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη ,
3.375 οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο ·
3.376 κεινὴ δὲ τρυφάλεια ἅμ’ ἕσπετο χειρὶ παχείῃ .
3.377 τὴν μὲν ἔπειθ’ ἥρως μετ’ ἐϋκνήμιδας Ἀχαιοὺς
3.378 ῥῖψ’ ἐπιδινήσας , κόμισαν δ’ ἐρίηρες ἑταῖροι ·
3.379 αὐτὰρ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων
3.380 ἔγχεϊ χαλκείῳ · τὸν δ’ ἐξήρπαξ’ Ἀφροδίτη
3.381 ῥεῖα μάλ’ ὥς τε θεός , ἐκάλυψε δ’ ἄρ’ ἠέρι πολλῇ ,
3.382 κὰδ δ’ εἷσ’ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι .
3.383 αὐτὴ δ’ αὖ Ἑλένην καλέουσ’ ἴε · τὴν δὲ κίχανε
3.384 πύργῳ ἐφ’ ὑψηλῷ , περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν ·
3.385 χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα ,
3.386 γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν
3.387 εἰροκόμῳ , οἱ Λακεδαίμονι ναιετοώσῃ
3.388 ἤσκειν εἴρια καλά , μάλιστα δέ μιν φιλέεσκε ·
3.389 τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ’ Ἀφροδίτη ·
3.390 δεῦρ’ ἴθ’ · Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι .
3.391 κεῖνος γ’ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι
3.392 κάλλεΐ τε στίλβων καὶ εἵμασιν · οὐδέ κε φαίης
3.393 ἀνδρὶ μαχεσσάμενον τόν γ’ ἐλθεῖν , ἀλλὰ χορὸν δὲ
3.394 ἔρχεσθ’ , ἠὲ χοροῖο νέον λήγοντα καθίζειν .
3.395 ὣς φάτο , τῇ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε ·
3.396 καί ῥ’ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν
3.397 στήθεά θ’ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα ,
3.398 θάμβησέν τ’ ἄρ’ ἔπειτα ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε ·
3.399 δαιμονίη , τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν ;
3.400 πῄ με προτέρω πολίων εὖ ναιομενάων
3.401 ἄξεις , Φρυγίης Μῃονίης ἐρατεινῆς ,
3.402 εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων ·
3.403 οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος