3.343 Τρῶάς θ’ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς .
3.344 καί ῥ’ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ
3.345 σείοντ’ ἐγχείας ἀλλήλοισιν κοτέοντε .
3.346 πρόσθε δ’ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος ,
3.347 καὶ βάλεν Ἀτρεΐδαο κατ’ ἀσπίδα πάντοσε ἴσην ,
3.348 οὐδ’ ἔρρηξεν χαλκός , ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
3.349 ἀσπίδ’ ἐνὶ κρατερῇ · δὲ δεύτερον ὄρνυτο χαλκῷ
3.350 Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί ·
3.351 Ζεῦ ἄνα δὸς τίσασθαι με πρότερος κάκ’ ἔοργε
3.352 δῖον Ἀλέξανδρον , καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον ,
3.353 ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων
3.354 ξεινοδόκον κακὰ ῥέξαι , κεν φιλότητα παράσχῃ .
3.355 ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος ,
3.356 καὶ βάλε Πριαμίδαο κατ’ ἀσπίδα πάντοσε ἴσην ·
3.357 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος ,
3.358 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο ·
3.359 ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
3.360 ἔγχος · δ’ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν .
3.361 Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
3.362 πλῆξεν ἀνασχόμενος κόρυθος φάλον · ἀμφὶ δ’ ἄρ’ αὐτῷ
3.363 τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός .
3.364 Ἀτρεΐδης δ’ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν ·
3.365 Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος ·
3.366 τ’ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος ·
3.367 νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος , ἐκ δέ μοι ἔγχος
3.368 ἠΐχθη παλάμηφιν ἐτώσιον , οὐδ’ ἔβαλόν μιν .
3.369 καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης ,
3.370 ἕλκε δ’ ἐπιστρέψας μετ’ ἐϋκνήμιδας Ἀχαιούς ·
3.371 ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν ,
3.372 ὅς οἱ ὑπ’ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης .
3.373 καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος ,