3.311 ἂν δ’ ἄρ’ ἔβαιν’ αὐτός , κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω ·
3.312 πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον .
3.313 τὼ μὲν ἄρ’ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο ·
3.314 Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς
3.315 χῶρον μὲν πρῶτον διεμέτρεον , αὐτὰρ ἔπειτα
3.316 κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες ,
3.317 ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος .
3.318 λαοὶ δ’ ἠρήσαντο , θεοῖσι δὲ χεῖρας ἀνέσχον ,
3.319 ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε ·
3.320 Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
3.321 ὁππότερος τάδε ἔργα μετ’ ἀμφοτέροισιν ἔθηκε ,
3.322 τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω ,
3.323 ἡμῖν δ’ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι .
3.324 ὣς ἄρ’ ἔφαν , πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ
3.325 ἂψ ὁρόων · Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν .
3.326 οἳ μὲν ἔπειθ’ ἵζοντο κατὰ στίχας , ἧχι ἑκάστῳ
3.327 ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχε’ ἔκειτο ·
3.328 αὐτὰρ γ’ ἀμφ’ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ
3.329 δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο .
3.330 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
3.331 καλάς , ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας ·
3.332 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν
3.333 οἷο κασιγνήτοιο Λυκάονος · ἥρμοσε δ’ αὐτῷ .
3.334 ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
3.335 χάλκεον , αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε ·
3.336 κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
3.337 ἵππουριν · δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν ·
3.338 εἵλετο δ’ ἄλκιμον ἔγχος , οἱ παλάμηφιν ἀρήρει .
3.339 ὣς δ’ αὔτως Μενέλαος ἀρήϊος ἔντε’ ἔδυνεν .
3.340 οἳ δ’ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν ,
3.341 ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο
3.342 δεινὸν δερκόμενοι · θάμβος δ’ ἔχεν εἰσορόωντας