3.280 ὑμεῖς μάρτυροι ἔστε , φυλάσσετε δ’ ὅρκια πιστά ·
3.281 εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ
3.282 αὐτὸς ἔπειθ’ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα ,
3.283 ἡμεῖς δ’ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν ·
3.284 εἰ δέ κ’ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος ,
3.285 Τρῶας ἔπειθ’ Ἑλένην καὶ κτήματα πάντ’ ἀποδοῦναι ,
3.286 τιμὴν δ’ Ἀργείοις ἀποτινέμεν ἥν τιν’ ἔοικεν ,
3.287 τε καὶ ἐσσομένοισι μετ’ ἀνθρώποισι πέληται .
3.288 εἰ δ’ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες
3.289 τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος ,
3.290 αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς
3.291 αὖθι μένων , ἧός κε τέλος πολέμοιο κιχείω .
3.292 , καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ ·
3.293 καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας
3.294 θυμοῦ δευομένους · ἀπὸ γὰρ μένος εἵλετο χαλκός .
3.295 οἶνον δ’ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν
3.296 ἔκχεον , ἠδ’ εὔχοντο θεοῖς αἰειγενέτῃσιν .
3.297 ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε ·
3.298 Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
3.299 ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν
3.300 ὧδέ σφ’ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος
3.301 αὐτῶν καὶ τεκέων , ἄλοχοι δ’ ἄλλοισι δαμεῖεν .
3.302 ὣς ἔφαν , οὐδ’ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων .
3.303 τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε ·
3.304 κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί ·
3.305 ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν
3.306 ἄψ , ἐπεὶ οὔ πω τλήσομ’ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι
3.307 μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ ·
3.308 Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
3.309 ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν .
3.310 ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς ,