3.248 κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα ·
3.249 ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν ·
3.250 ὄρσεο Λαομεδοντιάδη , καλέουσιν ἄριστοι
3.251 Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων
3.252 ἐς πεδίον καταβῆναι ἵν’ ὅρκια πιστὰ τάμητε ·
3.253 αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
3.254 μακρῇς ἐγχείῃσι μαχήσοντ’ ἀμφὶ γυναικί ·
3.255 τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ’ ἕποιτο ·
3.256 οἳ δ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
3.257 ναίοιμεν Τροίην ἐριβώλακα , τοὶ δὲ νέονται
3.258 Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα .
3.259 ὣς φάτο ῥίγησεν δ’ γέρων , ἐκέλευσε δ’ ἑταίρους
3.260 ἵππους ζευγνύμεναι · τοὶ δ’ ὀτραλέως ἐπίθοντο .
3.261 ἂν δ’ ἄρ’ ἔβη Πρίαμος , κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω ·
3.262 πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον ·
3.263 τὼ δὲ διὰ Σκαιῶν πεδίον δ’ ἔχον ὠκέας ἵππους .
3.264 ἀλλ’ ὅτε δή ῥ’ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς ,
3.265 ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν
3.266 ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο .
3.267 ὄρνυτο δ’ αὐτίκ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ,
3.268 ἂν δ’ Ὀδυσεὺς πολύμητις · ἀτὰρ κήρυκες ἀγαυοὶ
3.269 ὅρκια πιστὰ θεῶν σύναγον , κρητῆρι δὲ οἶνον
3.270 μίσγον , ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν .
3.271 Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν ,
3.272 οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο ,
3.273 ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας · αὐτὰρ ἔπειτα
3.274 κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις .
3.275 τοῖσιν δ’ Ἀτρεΐδης μεγάλ’ εὔχετο χεῖρας ἀνασχών ·
3.276 Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε ,
3.277 Ἠέλιός θ’ , ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις ,
3.278 καὶ ποταμοὶ καὶ γαῖα , καὶ οἳ ὑπένερθε καμόντας
3.279 ἀνθρώπους τίνυσθον ὅτις κ’ ἐπίορκον ὀμόσσῃ ,