3.217 στάσκεν , ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας ,
3.218 σκῆπτρον δ’ οὔτ’ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα ,
3.219 ἀλλ’ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς ·
3.220 φαίης κε ζάκοτόν τέ τιν’ ἔμμεναι ἄφρονά τ’ αὔτως .
3.221 ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη
3.222 καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν ,
3.223 οὐκ ἂν ἔπειτ’ Ὀδυσῆΐ γ’ ἐρίσσειε βροτὸς ἄλλος ·
3.224 οὐ τότε γ’ ὧδ’ Ὀδυσῆος ἀγασσάμεθ’ εἶδος ἰδόντες .
3.225 τὸ τρίτον αὖτ’ Αἴαντα ἰδὼν ἐρέειν’ γεραιός ·
3.226 τίς τὰρ ὅδ’ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε
3.227 ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους ;
3.228 τὸν δ’ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν ·
3.229 οὗτος δ’ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν ·
3.230 Ἰδομενεὺς δ’ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς
3.231 ἕστηκ’ , ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται .
3.232 πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος
3.233 οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο .
3.234 νῦν δ’ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς ,
3.235 οὕς κεν ἐῢ γνοίην καί τ’ οὔνομα μυθησαίμην ·
3.236 δοιὼ δ’ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν
3.237 Κάστορά θ’ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα
3.238 αὐτοκασιγνήτω , τώ μοι μία γείνατο μήτηρ .
3.239 οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς ,
3.240 δεύρω μὲν ἕποντο νέεσσ’ ἔνι ποντοπόροισι ,
3.241 νῦν αὖτ’ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν
3.242 αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ’ μοί ἐστιν .
3.243 ὣς φάτο , τοὺς δ’ ἤδη κάτεχεν φυσίζοος αἶα
3.244 ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ .
3.245 κήρυκες δ’ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ
3.246 ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης
3.247 ἀσκῷ ἐν αἰγείῳ · φέρε δὲ κρητῆρα φαεινὸν