3.186 λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο ,
3.187 οἵ ῥα τότ’ ἐστρατόωντο παρ’ ὄχθας Σαγγαρίοιο ·
3.188 καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην
3.189 ἤματι τῷ ὅτε τ’ ἦλθον Ἀμαζόνες ἀντιάνειραι ·
3.190 ἀλλ’ οὐδ’ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί .
3.191 δεύτερον αὖτ’ Ὀδυσῆα ἰδὼν ἐρέειν’ γεραιός ·
3.192 εἴπ’ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδ’ ἐστί ·
3.193 μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο ,
3.194 εὐρύτερος δ’ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι .
3.195 τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ ,
3.196 αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν ·
3.197 ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ ,
3.198 ὅς τ’ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων .
3.199 τὸν δ’ ἠμείβετ’ ἔπειθ’ Ἑλένη Διὸς ἐκγεγαυῖα ·
3.200 οὗτος δ’ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς ,
3.201 ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης
3.202 εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά .
3.203 τὴν δ’ αὖτ’ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα ·
3.204 γύναι μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες ·
3.205 ἤδη γὰρ καὶ δεῦρό ποτ’ ἤλυθε δῖος Ὀδυσσεὺς
3.206 σεῦ ἕνεκ’ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ ·
3.207 τοὺς δ’ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα ,
3.208 ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά .
3.209 ἀλλ’ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν
3.210 στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους ,
3.211 ἄμφω δ’ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς ·
3.212 ἀλλ’ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον
3.213 ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε ,
3.214 παῦρα μὲν ἀλλὰ μάλα λιγέως , ἐπεὶ οὐ πολύμυθος
3.215 οὐδ’ ἀφαμαρτοεπής · καὶ γένει ὕστερος ἦεν .
3.216 ἀλλ’ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς