3.157 τοιῇδ’ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν ·
3.158 αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν ·
3.159 ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσ’ ἐν νηυσὶ νεέσθω ,
3.160 μηδ’ ἡμῖν τεκέεσσί τ’ ὀπίσσω πῆμα λίποιτο .
3.161 ὣς ἄρ’ ἔφαν , Πρίαμος δ’ Ἑλένην ἐκαλέσσατο φωνῇ ·
3.162 δεῦρο πάροιθ’ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο ,
3.163 ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε ·
3.164 οὔ τί μοι αἰτίη ἐσσί , θεοί νύ μοι αἴτιοί εἰσιν
3.165 οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν ·
3.166 ὥς μοι καὶ τόνδ’ ἄνδρα πελώριον ἐξονομήνῃς
3.167 ὅς τις ὅδ’ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε .
3.168 ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι ,
3.169 καλὸν δ’ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν ,
3.170 οὐδ’ οὕτω γεραρόν · βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε .
3.171 τὸν δ’ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν ·
3.172 αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε ·
3.173 ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο
3.174 υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα
3.175 παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν .
3.176 ἀλλὰ τά γ’ οὐκ ἐγένοντο · τὸ καὶ κλαίουσα τέτηκα .
3.177 τοῦτο δέ τοι ἐρέω μ’ ἀνείρεαι ἠδὲ μεταλλᾷς ·
3.178 οὗτός γ’ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ,
3.179 ἀμφότερον βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής ·
3.180 δαὴρ αὖτ’ ἐμὸς ἔσκε κυνώπιδος , εἴ ποτ’ ἔην γε .
3.181 ὣς φάτο , τὸν δ’ γέρων ἠγάσσατο φώνησέν τε ·
3.182 μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον ,
3.183 ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν .
3.184 ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν ,
3.185 ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους