3.124 Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην .
3.125 τὴν δ’ εὗρ’ ἐν μεγάρῳ · δὲ μέγαν ἱστὸν ὕφαινε
3.126 δίπλακα πορφυρέην , πολέας δ’ ἐνέπασσεν ἀέθλους
3.127 Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων ,
3.128 οὕς ἑθεν εἵνεκ’ ἔπασχον ὑπ’ Ἄρηος παλαμάων ·
3.129 ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις ·
3.130 δεῦρ’ ἴθι νύμφα φίλη , ἵνα θέσκελα ἔργα ἴδηαι
3.131 Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων ,
3.132 οἳ πρὶν ἐπ’ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα
3.133 ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο ·
3.134 οἳ δὴ νῦν ἕαται σιγῇ , πόλεμος δὲ πέπαυται ,
3.135 ἀσπίσι κεκλιμένοι , παρὰ δ’ ἔγχεα μακρὰ πέπηγεν .
3.136 αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
3.137 μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο ·
3.138 τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις .
3.139 ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
3.140 ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων ·
3.141 αὐτίκα δ’ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν
3.142 ὁρμᾶτ’ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα
3.143 οὐκ οἴη , ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ’ ἕποντο ,
3.144 Αἴθρη Πιτθῆος θυγάτηρ , Κλυμένη τε βοῶπις ·
3.145 αἶψα δ’ ἔπειθ’ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν .
3.146 οἳ δ’ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην
3.147 Λάμπόν τε Κλυτίον θ’ Ἱκετάονά τ’ ὄζον Ἄρηος
3.148 Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω
3.149 ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι ,
3.150 γήραϊ δὴ πολέμοιο πεπαυμένοι , ἀλλ’ ἀγορηταὶ
3.151 ἐσθλοί , τεττίγεσσιν ἐοικότες οἵ τε καθ’ ὕλην
3.152 δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι ·
3.153 τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ’ ἐπὶ πύργῳ .
3.154 οἳ δ’ ὡς οὖν εἴδονθ’ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν ,
3.155 ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον ·
3.156 οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς