3.33 ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
3.34 οὔρεος ἐν βήσσῃς , ὑπό τε τρόμος ἔλλαβε γυῖα ,
3.35 ἂψ δ’ ἀνεχώρησεν , ὦχρός τέ μιν εἷλε παρειάς ,
3.36 ὣς αὖτις καθ’ ὅμιλον ἔδυ Τρώων ἀγερώχων
3.37 δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής .
3.38 τὸν δ’ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν ·
3.39 Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
3.40 αἴθ’ ὄφελες ἄγονός τ’ ἔμεναι ἄγαμός τ’ ἀπολέσθαι ·
3.41 καί κε τὸ βουλοίμην , καί κεν πολὺ κέρδιον ἦεν
3.42 οὕτω λώβην τ’ ἔμεναι καὶ ὑπόψιον ἄλλων .
3.43 που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ
3.44 φάντες ἀριστῆα πρόμον ἔμμεναι , οὕνεκα καλὸν
3.45 εἶδος ἔπ’ , ἀλλ’ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή .
3.46 τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι
3.47 πόντον ἐπιπλώσας , ἑτάρους ἐρίηρας ἀγείρας ,
3.48 μιχθεὶς ἀλλοδαποῖσι γυναῖκ’ εὐειδέ’ ἀνῆγες
3.49 ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων
3.50 πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ ,
3.51 δυσμενέσιν μὲν χάρμα , κατηφείην δὲ σοὶ αὐτῷ ;
3.52 οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον ;
3.53 γνοίης χ’ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν ·
3.54 οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρ’ Ἀφροδίτης
3.55 τε κόμη τό τε εἶδος ὅτ’ ἐν κονίῃσι μιγείης .
3.56 ἀλλὰ μάλα Τρῶες δειδήμονες · τέ κεν ἤδη
3.57 λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ’ ὅσσα ἔοργας .
3.58 τὸν δ’ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής ·
3.59 Ἕκτορ ἐπεί με κατ’ αἶσαν ἐνείκεσας οὐδ’ ὑπὲρ αἶσαν ·
3.60 αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς
3.61 ὅς τ’ εἶσιν διὰ δουρὸς ὑπ’ ἀνέρος ὅς ῥά τε τέχνῃ
3.62 νήϊον ἐκτάμνῃσιν , ὀφέλλει δ’ ἀνδρὸς ἐρωήν ·