3.1 αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι ,
3.2 Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν ὄρνιθες ὣς
3.3 ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό ·
3.4 αἵ τ’ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον
3.5 κλαγγῇ ταί γε πέτονται ἐπ’ ὠκεανοῖο ῥοάων
3.6 ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι ·
3.7 ἠέριαι δ’ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται .
3.8 οἳ δ’ ἄρ’ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ
3.9 ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν .
3.10 εὖτ’ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην
3.11 ποιμέσιν οὔ τι φίλην , κλέπτῃ δέ τε νυκτὸς ἀμείνω ,
3.12 τόσσόν τίς τ’ ἐπιλεύσσει ὅσον τ’ ἐπὶ λᾶαν ἵησιν ·
3.13 ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ’ ἀελλὴς
3.14 ἐρχομένων · μάλα δ’ ὦκα διέπρησσον πεδίοιο .
3.15 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες ,
3.16 Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς
3.17 παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα
3.18 καὶ ξίφος · αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ
3.19 πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους
3.20 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι .
3.21 τὸν δ’ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος
3.22 ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα ,
3.23 ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας
3.24 εὑρὼν ἔλαφον κεραὸν ἄγριον αἶγα
3.25 πεινάων · μάλα γάρ τε κατεσθίει , εἴ περ ἂν αὐτὸν
3.26 σεύωνται ταχέες τε κύνες θαλεροί τ’ αἰζηοί ·
3.27 ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα
3.28 ὀφθαλμοῖσιν ἰδών · φάτο γὰρ τίσεσθαι ἀλείτην ·
3.29 αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε .
3.30 τὸν δ’ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
3.31 ἐν προμάχοισι φανέντα , κατεπλήγη φίλον ἦτορ ,
3.32 ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων .