3.63 ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί ·
3.64 μή μοι δῶρ’ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης ·
3.65 οὔ τοι ἀπόβλητ’ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
3.66 ὅσσά κεν αὐτοὶ δῶσιν , ἑκὼν δ’ οὐκ ἄν τις ἕλοιτο ·
3.67 νῦν αὖτ’ εἴ μ’ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι ,
3.68 ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς ,
3.69 αὐτὰρ ἔμ’ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
3.70 συμβάλετ’ ἀμφ’ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι ·
3.71 ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται ,
3.72 κτήμαθ’ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω ·
3.73 οἳ δ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
3.74 ναίοιτε Τροίην ἐριβώλακα , τοὶ δὲ νεέσθων
3.75 Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα .
3.76 ὣς ἔφαθ’ , Ἕκτωρ δ’ αὖτ’ ἐχάρη μέγα μῦθον ἀκούσας ,
3.77 καί ῥ’ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας
3.78 μέσσου δουρὸς ἑλών · τοὶ δ’ ἱδρύνθησαν ἅπαντες .
3.79 τῷ δ’ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ
3.80 ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ’ ἔβαλλον ·
3.81 αὐτὰρ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
3.82 ἴσχεσθ’ Ἀργεῖοι , μὴ βάλλετε κοῦροι Ἀχαιῶν ·
3.83 στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ .
3.84 ὣς ἔφαθ’ , οἳ δ’ ἔσχοντο μάχης ἄνεῴ τ’ ἐγένοντο
3.85 ἐσσυμένως · Ἕκτωρ δὲ μετ’ ἀμφοτέροισιν ἔειπε ·
3.86 κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
3.87 μῦθον Ἀλεξάνδροιο , τοῦ εἵνεκα νεῖκος ὄρωρεν .
3.88 ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
3.89 τεύχεα κάλ’ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ ,
3.90 αὐτὸν δ’ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
3.91 οἴους ἀμφ’ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι .
3.92 ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται
3.93 κτήμαθ’ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω ·