2.860 ἀλλ’ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
2.861 ἐν ποταμῷ , ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους .
2.862 Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
2.863 τῆλ’ ἐξ Ἀσκανίης · μέμασαν δ’ ὑσμῖνι μάχεσθαι .
2.864 Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην
2.865 υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη ,
2.866 οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας .
2.867 Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων ,
2.868 οἳ Μίλητον ἔχον Φθιρῶν τ’ ὄρος ἀκριτόφυλλον
2.869 Μαιάνδρου τε ῥοὰς Μυκάλης τ’ αἰπεινὰ κάρηνα ·
2.870 τῶν μὲν ἄρ’ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην ,
2.871 Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα ,
2.872 ὃς καὶ χρυσὸν ἔχων πόλεμον δ’ ἴεν ἠΰτε κούρη
2.873 νήπιος , οὐδέ τί οἱ τό γ’ ἐπήρκεσε λυγρὸν ὄλεθρον ,
2.874 ἀλλ’ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
2.875 ἐν ποταμῷ , χρυσὸν δ’ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων .
2.876 Σαρπηδὼν δ’ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων
2.877 τηλόθεν ἐκ Λυκίης , Ξάνθου ἄπο δινήεντος .