2.761 τίς τὰρ τῶν ὄχ’ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα
2.762 αὐτῶν ἠδ’ ἵππων , οἳ ἅμ’ Ἀτρεΐδῃσιν ἕποντο .
2.763 ἵπποι μὲν μέγ’ ἄρισται ἔσαν Φηρητιάδαο ,
2.764 τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς
2.765 ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας ·
2.766 τὰς ἐν Πηρείῃ θρέψ’ ἀργυρότοξος Ἀπόλλων
2.767 ἄμφω θηλείας , φόβον Ἄρηος φορεούσας .
2.768 ἀνδρῶν αὖ μέγ’ ἄριστος ἔην Τελαμώνιος Αἴας
2.769 ὄφρ’ Ἀχιλεὺς μήνιεν · γὰρ πολὺ φέρτατος ἦεν ,
2.770 ἵπποι θ’ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα .
2.771 ἀλλ’ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
2.772 κεῖτ’ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν
2.773 Ἀτρεΐδῃ · λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
2.774 δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
2.775 τόξοισίν θ’ · ἵπποι δὲ παρ’ ἅρμασιν οἷσιν ἕκαστος
2.776 λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον
2.777 ἕστασαν · ἅρματα δ’ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων
2.778 ἐν κλισίῃς · οἳ δ’ ἀρχὸν ἀρηΐφιλον ποθέοντες
2.779 φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο .
2.780 οἳ δ’ ἄρ’ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο ·
2.781 γαῖα δ’ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ
2.782 χωομένῳ ὅτε τ’ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ
2.783 εἰν Ἀρίμοις , ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς ·
2.784 ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
2.785 ἐρχομένων · μάλα δ’ ὦκα διέπρησσον πεδίοιο .
2.786 Τρωσὶν δ’ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
2.787 πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ ·
2.788 οἳ δ’ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
2.789 πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες ·
2.790 ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις ·
2.791 εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ ,
2.792 ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς
2.793 τύμβῳ ἐπ’ ἀκροτάτῳ Αἰσυήταο γέροντος ,
2.794 δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί ·