2.728 τόν ῥ’ ἔτεκεν Ῥήνη ὑπ’ Ὀϊλῆϊ πτολιπόρθῳ .
2.729 οἳ δ’ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν ,
2.730 οἵ τ’ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος ,
2.731 τῶν αὖθ’ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε
2.732 ἰητῆρ’ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων ·
2.733 τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο .
2.734 οἳ δ’ ἔχον Ὀρμένιον , οἵ τε κρήνην Ὑπέρειαν ,
2.735 οἵ τ’ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα ,
2.736 τῶν ἦρχ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός ·
2.737 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο .
2.738 οἳ δ’ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο ,
2.739 Ὄρθην Ἠλώνην τε πόλιν τ’ Ὀλοοσσόνα λευκήν ,
2.740 τῶν αὖθ’ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης
2.741 υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς ·
2.742 τόν ῥ’ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια
2.743 ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας ,
2.744 τοὺς δ’ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν ·
2.745 οὐκ οἶος , ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος
2.746 υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο ·
2.747 τοῖς δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο .
2.748 Γουνεὺς δ’ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας ·
2.749 τῷ δ’ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ
2.750 οἳ περὶ Δωδώνην δυσχείμερον οἰκί’ ἔθεντο ,
2.751 οἵ τ’ ἀμφ’ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο
2.752 ὅς ῥ’ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ ,
2.753 οὐδ’ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ ,
2.754 ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτ’ ἔλαιον ·
2.755 ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ .
2.756 Μαγνήτων δ’ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός ,
2.757 οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον
2.758 ναίεσκον · τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε ,
2.759 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο .
2.760 οὗτοι ἄρ’ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν ·