2.795 τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις ·
2.796 γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν ,
2.797 ὥς ποτ’ ἐπ’ εἰρήνης · πόλεμος δ’ ἀλίαστος ὄρωρεν .
2.798 ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν ,
2.799 ἀλλ’ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα ·
2.800 λίην γὰρ φύλλοισιν ἐοικότες ψαμάθοισιν
2.801 ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ .
2.802 Ἕκτορ σοὶ δὲ μάλιστ’ ἐπιτέλλομαι , ὧδε δὲ ῥέξαι ·
2.803 πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι ,
2.804 ἄλλη δ’ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων ·
2.805 τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει ,
2.806 τῶν δ’ ἐξηγείσθω κοσμησάμενος πολιήτας .
2.807 ὣς ἔφαθ’ , Ἕκτωρ δ’ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν ,
2.808 αἶψα δ’ ἔλυσ’ ἀγορήν · ἐπὶ τεύχεα δ’ ἐσσεύοντο ·
2.809 πᾶσαι δ’ ὠΐγνυντο πύλαι , ἐκ δ’ ἔσσυτο λαὸς
2.810 πεζοί θ’ ἱππῆές τε · πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει .
2.811 ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη
2.812 ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα ,
2.813 τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν ,
2.814 ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης ·
2.815 ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδ’ ἐπίκουροι .
2.816 Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ
2.817 Πριαμίδης · ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
2.818 λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι .
2.819 Δαρδανίων αὖτ’ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
2.820 Αἰνείας , τὸν ὑπ’ Ἀγχίσῃ τέκε δῖ’ Ἀφροδίτη
2.821 Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα ,
2.822 οὐκ οἶος , ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
2.823 Ἀρχέλοχός τ’ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης .
2.824 οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης
2.825 ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο