2.695 οἳ δ’ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα
2.696 Δήμητρος τέμενος , Ἴτωνά τε μητέρα μήλων ,
2.697 ἀγχίαλόν τ’ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην ,
2.698 τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
2.699 ζωὸς ἐών · τότε δ’ ἤδη ἔχεν κάτα γαῖα μέλαινα .
2.700 τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο
2.701 καὶ δόμος ἡμιτελής · τὸν δ’ ἔκτανε Δάρδανος ἀνὴρ
2.702 νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν .
2.703 οὐδὲ μὲν οὐδ’ οἳ ἄναρχοι ἔσαν , πόθεόν γε μὲν ἀρχόν ·
2.704 ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος
2.705 Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο
2.706 αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
2.707 ὁπλότερος γενεῇ · δ’ ἅμα πρότερος καὶ ἀρείων
2.708 ἥρως Πρωτεσίλαος ἀρήϊος · οὐδέ τι λαοὶ
2.709 δεύονθ’ ἡγεμόνος , πόθεόν γε μὲν ἐσθλὸν ἐόντα ·
2.710 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο .
2.711 οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην
2.712 Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν ,
2.713 τῶν ἦρχ’ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
2.714 Εὔμηλος , τὸν ὑπ’ Ἀδμήτῳ τέκε δῖα γυναικῶν
2.715 Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη .
2.716 οἳ δ’ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο
2.717 καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν ,
2.718 τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς
2.719 ἑπτὰ νεῶν · ἐρέται δ’ ἐν ἑκάστῃ πεντήκοντα
2.720 ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι .
2.721 ἀλλ’ μὲν ἐν νήσῳ κεῖτο κρατέρ’ ἄλγεα πάσχων
2.722 Λήμνῳ ἐν ἠγαθέῃ , ὅθι μιν λίπον υἷες Ἀχαιῶν
2.723 ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου ·
2.724 ἔνθ’ γε κεῖτ’ ἀχέων · τάχα δὲ μνήσεσθαι ἔμελλον
2.725 Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος .
2.726 οὐδὲ μὲν οὐδ’ οἳ ἄναρχοι ἔσαν , πόθεόν γε μὲν ἀρχόν ·
2.727 ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός ,