2.664 αἶψα δὲ νῆας ἔπηξε , πολὺν δ’ γε λαὸν ἀγείρας
2.665 βῆ φεύγων ἐπὶ πόντον · ἀπείλησαν γάρ οἱ ἄλλοι
2.666 υἱέες υἱωνοί τε βίης Ἡρακληείης .
2.667 αὐτὰρ γ’ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων ·
2.668 τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν , ἠδὲ φίληθεν
2.669 ἐκ Διός , ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει ,
2.670 καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων .
2.671 Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας
2.672 Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τ’ ἄνακτος
2.673 Νιρεύς , ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε
2.674 τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλεΐωνα ·
2.675 ἀλλ’ ἀλαπαδνὸς ἔην , παῦρος δέ οἱ εἵπετο λαός .
2.676 οἳ δ’ ἄρα Νίσυρόν τ’ εἶχον Κράπαθόν τε Κάσον τε
2.677 καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας ,
2.678 τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην
2.679 Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος ·
2.680 τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο .
2.681 νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον ,
2.682 οἵ τ’ Ἄλον οἵ τ’ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο ,
2.683 οἵ τ’ εἶχον Φθίην ἠδ’ Ἑλλάδα καλλιγύναικα ,
2.684 Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί ,
2.685 τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς .
2.686 ἀλλ’ οἵ γ’ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο ·
2.687 οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο ·
2.688 κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς
2.689 κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο ,
2.690 τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας
2.691 Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης ,
2.692 κὰδ δὲ Μύνητ’ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους ,
2.693 υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος ·
2.694 τῆς γε κεῖτ’ ἀχέων , τάχα δ’ ἀνστήσεσθαι ἔμελλεν .