2.530 ἐγχείῃ δ’ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς ·
2.531 οἳ Κῦνόν τ’ ἐνέμοντ’ Ὀπόεντά τε Καλλίαρόν τε
2.532 Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς
2.533 Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα ·
2.534 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
2.535 Λοκρῶν , οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης .
2.536 οἳ δ’ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες
2.537 Χαλκίδα τ’ Εἰρέτριάν τε πολυστάφυλόν θ’ Ἱστίαιαν
2.538 Κήρινθόν τ’ ἔφαλον Δίου τ’ αἰπὺ πτολίεθρον ,
2.539 οἵ τε Κάρυστον ἔχον ἠδ’ οἳ Στύρα ναιετάασκον ,
2.540 τῶν αὖθ’ ἡγεμόνευ’ Ἐλεφήνωρ ὄζος Ἄρηος
2.541 Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων .
2.542 τῷ δ’ ἅμ’ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες
2.543 αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι
2.544 θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι ·
2.545 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο .
2.546 οἳ δ’ ἄρ’ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
2.547 δῆμον Ἐρεχθῆος μεγαλήτορος , ὅν ποτ’ Ἀθήνη
2.548 θρέψε Διὸς θυγάτηρ , τέκε δὲ ζείδωρος ἄρουρα ,
2.549 κὰδ δ’ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ ·
2.550 ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται
2.551 κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν ·
2.552 τῶν αὖθ’ ἡγεμόνευ’ υἱὸς Πετεῶο Μενεσθεύς .
2.553 τῷ δ’ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ’ ἀνὴρ
2.554 κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας ·
2.555 Νέστωρ οἶος ἔριζεν · γὰρ προγενέστερος ἦεν ·
2.556 τῷ δ’ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο .
2.557 Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας ,
2.558 στῆσε δ’ ἄγων ἵν’ Ἀθηναίων ἵσταντο φάλαγγες .
2.559 οἳ δ’ Ἄργός τ’ εἶχον Τίρυνθά τε τειχιόεσσαν
2.560 Ἑρμιόνην Ἀσίνην τε , βαθὺν κατὰ κόλπον ἐχούσας ,
2.561 Τροιζῆν’ Ἠϊόνας τε καὶ ἀμπελόεντ’ Ἐπίδαυρον ,
2.562 οἵ τ’ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν ,